Add parallel Print Page Options

20 ὑμεῖς δέ, ἀγαπητοί, [a]ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν [b]ἐλεᾶτε [c]διακρινομένους, 23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

24 Τῷ δὲ δυναμένῳ φυλάξαι [d]ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει 25 [e]μόνῳ θεῷ σωτῆρι ἡμῶν [f]διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν [g]δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία [h]πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Read full chapter

Footnotes

  1. ΙΟΥΔΑ 1:20 ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει WH Treg NIV ] τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς RP
  2. ΙΟΥΔΑ 1:22 ἐλεᾶτε WH NIV ] ἐλεεῖτε RP; ἐλέγχετε Treg
  3. ΙΟΥΔΑ 1:22 διακρινομένους οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ Treg NIV ] διακρινομένους σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH; διακρινομένοι οὓς δὲ ἐν φόβῳ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες RP
  4. ΙΟΥΔΑ 1:24 ὑμᾶς WH Treg NIV ] αὐτούς RP
  5. ΙΟΥΔΑ 1:25 μόνῳ WH Treg NIV ] + σοφῷ RP
  6. ΙΟΥΔΑ 1:25 διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν WH Treg NIV ] – RP
  7. ΙΟΥΔΑ 1:25 δόξα WH Treg NIV ] + καὶ RP
  8. ΙΟΥΔΑ 1:25 πρὸ παντὸς τοῦ αἰῶνος WH Treg NIV ] – RP